Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.169.1 | Hdt. 1.170.3 (English) | >>Hdt. 1.171.4 |
1.170.1
κεκακωμένων δὲ Ἰώνων καὶ συλλεγομένων οὐδὲν ἧσσον ἐς τὸ Πανιώνιον , πυνθάνομαι γνώμην Βίαντα ἄνδρα Πριηνέα ἀποδέξασθαι Ἴωσι χρησιμωτάτην , τῇ εἰ ἐπείθοντο , παρεῖχε ἄν σφι εὐδαιμονέειν Ἑλλήνων μάλιστα ·
1.170.2 ὃς ἐκέλευε κοινῷ στόλῳ Ἴωνας ἀερθέντας πλέειν ἐς Σαρδὼ καὶ ἔπειτα πόλιν μίαν κτίζειν πάντων Ἰώνων , καὶ οὕτω ἀπαλλαχθέντας σφέας δουλοσύνης εὐδαιμονήσειν , νήσων τε ἁπασέων μεγίστην νεμομένους καὶ ἄρχοντας ἄλλων · μένουσι δέ σφι ἐν τῇ Ἰωνίῃ οὐκ ἔφη ἐνορᾶν ἐλευθερίην ἔτι ἐσομένην .
1.170.3 αὕτη μὲν Βίαντος τοῦ Πριηνέος γνώμη ἐπὶ διεφθαρμένοισι Ἴωσι γενομένη , χρηστὴ δὲ καὶ πρὶν ἢ διαφθαρῆναι Ἰωνίην Θάλεω ἀνδρὸς Μιλησίου ἐγένετο , τὸ ἀνέκαθεν γένος ἐόντος Φοίνικος , ὃς ἐκέλευε ἓν βουλευτήριον Ἴωνας ἐκτῆσθαι , τὸ δὲ εἶναι ἐν Τέῳ (Τέων γὰρ μέσον εἶναι Ἰωνίης ), τὰς δὲ ἄλλας πόλιας οἰκεομένας μηδὲν ἧσσον νομίζεσθαι κατά περ εἰ δῆμοι εἶεν · οὗτοι μὲν δή σφι γνώμας τοιάσδε ἀπεδέξαντο .
ch. 171
1.171.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.169.1 | Hdt. 1.170.3 (English) | >>Hdt. 1.171.4 |